Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.41 Dem. 58.43 (English) >>Dem. 58.46

58.42ἐπεὶ διότι τοὐναντίον ἐστίν, καὶ οὐχ οὗτος, ἀλλʼ ἐγὼ κατεστασίασμαι, καὶ φησάντων τινῶν μοι συναγωνιεῖσθαι προδέδομαι διὰ τὰς τούτων ἑταιρείας, ἐκείνως δῆλον ὑμῖν ἔσται. καλείτω κῆρυξ οὗτος τὸν Δημοσθένην· οὐκ ἀναβήσεται. τὸ δʼ αἴτιόν ἐστιν, οὐ τὸ ἐμὲ ὑπό τινων πεπεισμένον ἐνδεῖξαι τουτονί, ἀλλὰ τοῦτον καὶ τὸν ἄρτι καλούμενον διαλελύσθαι. καὶ τοῦθʼ ὅτι ἐστὶν ἀληθές, ἀναγκάσω μὲν μαρτυρεῖν καὶ Κλεινόμαχον τὸν συναγαγόντʼ αὐτοὺς καὶ Εὐβουλίδην τὸν ἐν Κυνοσάργει παραγενόμενον· 58.43οὐ μὴν ἔλαττόν γε τούτου σημεῖον ὑμῖν, ἀλλὰ μεῖζον παρασχήσομαι διότι τοῦτʼ ἔστιν ἀληθές, πάντες ἀκούσαντες ὁμολογήσετε. Θεοκρίνης γὰρ οὑτοσὶ τοῦτον διώκων παρανόμων, τὸν μιαρόν, ὡς αὐτίκα φήσει, καὶ τῶν νῦν αὐτῷ κακῶν αἴτιον, φανερῶς ἀφῆκε τῆς γραφῆς, ἐφʼ δέκα τάλαντα ἐπεγράψατο τίμημα. πῶς; οὐδὲν καινὸν διαπραξάμενος, ἀλλʼ ὅπερ ἕτεροί τινες τῶν ὁμοίων τούτῳ. τὸν μὲν Δημοσθένην τις ὑπωμόσατο καλουμένης τῆς γραφῆς ὡς νοσοῦντα, τὸν περιιόντα καὶ λοιδορούμενον Αἰσχίνῃ· τοῦτον δʼ οὗτος τὸν ἐχθρὸν εἴασεν, καὶ οὔτε τότε ἀνθυπωμόσατο οὔθʼ ὕστερον ἐπήγγελκεν. ἆρʼ οὐ περιφανῶς οὗτοι φενακίζουσιν ὑμᾶς τοὺς προσέχοντας τούτοις ὡς ἐχθροῖς; λέγε τὰς μαρτυρίας.Μαρτυρίαι

58.44οὐκοῦν δίκαιόν ἐστιν, ἄνδρες δικασταί, μηδʼ ὑμᾶς τῶν φησόντων Θεοκρίνῃ διὰ τὴν πρὸς Δημοσθένην ἔχθραν συνερεῖν ἐθέλειν ἀκούειν, ἀλλὰ κελεύειν αὐτούς, εἴπερ ὡς ἀληθῶς ἐχθροί εἰσιν τοῦ Δημοσθένους, αὐτὸν ἐκεῖνον γράφεσθαι καὶ μὴ ἐπιτρέπειν αὐτῷ παράνομα γράφειν. εἰσὶ δὲ δεινοὶ καὶ οὗτοι, καὶ πιστεύονται μᾶλλον παρʼ ὑμῖν. ἀλλʼ οὐ ποιήσουσι τοῦτο. διὰ τί; ὅτι φασὶ πολεμεῖν ἀλλήλοις οὐ πολεμοῦντες.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.41 Dem. 58.43 (English) >>Dem. 58.46

Powered by PhiloLogic